Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.76 Dem. 23.78 (English) >>Dem. 23.81

23.77ἔτι τοίνυν πέμπτον δικαστήριον ἄλλο θεάσασθʼ οἷον ὑπερβέβηκε, τὸ ἐν Φρεαττοῖ. ἐνταῦθα γάρ, ἄνδρες Ἀθηναῖοι, κελεύει δίκας ὑπέχειν νόμος, “ἐάν τις ἐπʼ ἀκουσίῳ φόνῳ πεφευγώς, μήπω τῶν ἐκβαλλόντων αὐτὸν ᾐδεσμένων, αἰτίαν ἔχῃ ἑτέρου φόνου ἑκουσίου.” καὶ οὐχ, ὅτι δεῦρʼ οὐχ οἷόν τʼ ἐλθεῖν αὐτῷ, παρεῖδεν αὐτὸν ταῦθʼ ἕκαστα τάξας, οὐδʼ, ὅτι καὶ πρότερόν τι τοιοῦτον ἐποίησε, καὶ δὴ τὴν ὁμοίαν ἐποιήσατο πιστὴν αἰτίαν κατʼ αὐτοῦ, 23.78ἀλλὰ τό τʼ εὐσεβὲς εὗρεν ὅπως ἔσται, κἀκεῖνον οὐκ ἀπεστέρησε λόγου καὶ κρίσεως. τί οὖν ἐποίησεν; ἤγαγε τοὺς δικάσοντας οἷ προσελθεῖν οἷόν τʼ ἐκείνῳ, τῆς χώρας ἀποδείξας τόπον τινʼ ἐν Φρεαττοῖ καλούμενον ἐπὶ θαλάττῃ. εἶθʼ μὲν ἐν πλοίῳ προσπλεύσας λέγει τῆς γῆς οὐχ ἁπτόμενος, οἱ δʼ ἀκροῶνται καὶ δικάζουσιν ἐν τῇ γῇ· κἂν μὲν ἁλῷ, τὴν ἐπὶ τοῖς ἑκουσίοις φόνοις δίκην ἔδωκε δικαίως, ἂν δʼ ἀποφύγῃ, ταύτης μὲν ἀθῷος ἀφίεται, τὴν δʼ ἐπὶ τῷ πρότερον φόνῳ φυγὴν ὑπέχει. 23.79τίνος οὖν ποθʼ εἵνεκα ταῦθʼ οὕτω διεσπούδασται; ἴσον ἡγεῖτʼ ἀσέβημʼ ταῦτα διαιρῶν τόν τʼ ἀδικοῦντʼ ἐᾶν καὶ τὸν ἀναίτιον ἐκδιδόναι πρὸ δίκης. καίτοι εἰ περὶ τῶν ἀνδροφόνων τῶν ἤδη κεκριμένων τοσαύτη σπουδή, ὅπως λόγου καὶ κρίσεως καὶ πάντων ὁπόσʼ ἐστὶ δίκαια τεύξονται περὶ τῶν ὕστερον αἰτιῶν, που περί γε τοῦ μήθʼ ἑαλωκότος μήτʼ ἐγνωσμένου πότερον δέδρακεν οὒ καὶ πότερʼ ἄκων ἑκών, πάνδεινον γράφειν ὡς ἐκδοτέον τοῖς ἐγκαλοῦσιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.76 Dem. 23.78 (English) >>Dem. 23.81

Powered by PhiloLogic